Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.133 Dem. 20.136 (English) >>Dem. 20.139

20.135τὸ δοκεῖν ἐξηπατηκέναι τοὺς ἀγαθόν τι ποιήσαντας. ὅτι μὲν τοίνυν τοῦθʼ ἕν τι τῶν αἰσχρῶν ἐστιν πάντας ἂν ἡγοῦμαι φῆσαι, ὅσῳ δʼ ὑμῖν αἴσχιον τῶν ἄλλων, ἀκούσατέ μου. ἔστιν ὑμῖν νόμος ἀρχαῖος, τῶν καλῶς δοκούντων ἔχειν, ἄν τις ὑποσχόμενός τι τὸν δῆμον ἐξαπατήσῃ, κρίνειν, κἂν ἁλῷ, θανάτῳ ζημιοῦν. εἶτʼ οὐκ αἰσχύνεσθʼ, ἄνδρες Ἀθηναῖοι, εἰ ἐφʼ τοῖς ἄλλοις θάνατον ζημίαν ἐτάξατε, τοῦτʼ αὐτοὶ ποιοῦντες φανήσεσθε; καὶ μὴν πάντα μὲν εὐλαβεῖσθαι δεῖ ποιεῖν τὰ δοκοῦντα καὶ ὄντʼ αἰσχρά, μάλιστα δὲ ταῦτʼ ἐφʼ οἷς τοῖς ἄλλοις χαλεπῶς τις ἔχων ὁρᾶται· οὐδὲ γὰρ ἀμφισβήτησις καταλείπεται τὸ μὴ ταῦτα ποιεῖν πονήρʼ αὐτὸς ἔκρινεν εἶναι πρότερον.

20.136ἔτι τοίνυν ὑμᾶς κἀκεῖνʼ εὐλαβεῖσθαι δεῖ, ὅπως μηδὲν ὧν ἰδίᾳ φυλάξαισθʼ ἄν, τοῦτο δημοσίᾳ ποιοῦντες φανήσεσθε. ὑμῶν τοίνυν οὐδʼ ἂν εἷς οὐδὲν ὧν ἰδίᾳ τινὶ δοίη, τοῦτʼ ἀφέλοιτο πάλιν, ἀλλʼ οὐδʼ ἐπιχειρήσειεν ἄν. μὴ τοίνυν μηδὲ δημοσίᾳ τοῦτο ποιήσητε, ἀλλὰ κελεύετε τούτους τοὺς ἐροῦντας ὑπὲρ τοῦ νόμου, 20.137εἴ τινα τῶν εὑρημένων τὴν δωρειὰν ἀνάξιον εἶναί φασιν μὴ πεποιηκότʼ ἐφʼ οἷς εὕρετʼ ἔχειν, ἄλλʼ ὁτιοῦν ἐγκαλοῦσίν τινι, γράφεσθαι κατὰ τὸν νόμον ὃν παρεισφέρομεν νῦν ἡμεῖς, θέντων ἡμῶν, ὥσπερ ἐγγυώμεθα καὶ φαμὲν θήσειν, θέντας αὐτούς, ὅταν πρῶτον γένωνται νομοθέται. ἔστι δʼ ἑκάστῳ τις αὐτῶν, ὡς ἔοικεν, ἐχθρός, τῷ μὲν Διόφαντος, τῷ δʼ Εὔβουλος, τῷ δʼ ἴσως ἄλλος τις.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.133 Dem. 20.136 (English) >>Dem. 20.139

Powered by PhiloLogic